ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα· ταὐτὸν δὴ, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων‚ τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα καὶ νοητὰ, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεὶ, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια
δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ 816 ἐστὶ, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἶόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς
μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.