ἐπ᾿ Ἀριστοτέλει , περιύβρισται. οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνω- σιν δεῖται‚ τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων‚ ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον b οὐχ οἵα τε ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν
χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων’ ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.