τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικληθέντας φιλοσόφους, τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἐξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προ-
c λαβὼν ἀπήλεγξε λόγος , τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναντίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενηνεγμένα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.