αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν, καὶ
ἀπεδείκνυε, καἲ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτοὺς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.