ὀνόματος· ᾿Ακαδημαϊκὸς δ᾿ οὐκ ἦν , πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί- 427 λαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ c σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν
ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τῆς σηπίας προβαλέσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ᾿ οὖν ἐγὼ οὐ πείθομαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.