ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς εἶναι , ἔτι ὢν ὡραῖος , τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαικοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ, θερμουργὸς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν
ρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ, ὡμιληκὼς δὲ Πύρρωνι· (ὁ δὲ Πυρρῶν ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν b καταρτυθεὶς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύρρωνι, ὡς τῇ πάντων ἀναιρέσει.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.