μηδαμόθεν ἢ ἐκεῖθεν διὰ τὰ αὐτὰ ταῦτα εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο σατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε δὲ εἰς τὸ d φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεως τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ
ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.