καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτόν ἐμμεμενηκότες ἔτι, οἶ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, b οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλληλοις
ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θάττον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.