Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι εἶναι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν
μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς ἔνι d ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδ’ οὐδὲν πρὸς τὸ μηδὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ’ ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, καὶ ἂν τούτου
ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν, οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ’ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐὰν εἶναι μήτ’ ἐν λόγῳ μήτ’ ἐν ταῖς αὑτῶν ψυχαῖς,
ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ δὲ πάνυ πολεμοῦσι, καὶ καθ’ ὅσον δύνανται πανταχόθεν 724 ἐκβάλλουσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.