τοιαῦτα, μιᾷ διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα, τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται, πληροῖ τε τὴν σύμπασαν οἰκουμένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, 722 ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλημένα· καὶ
οὔτε νόμων διατάξεις οὔτ’ ἐχθρῶν ἐπιβουλαὶ οὔτι πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν δύναμιν ἐπιδέδεικται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.