ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες, (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην d καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς) μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ
κατασκευὴν προσνέμοντες, ἵν ἐκ τοῦ θεῖναι, τοῦτ’ ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς· (τούτου γὰρ ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός·) μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι,
ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐ- τοῖς;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.