ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἔνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας d ἐμαρτύρησεν ὅτι “ οἷ οὐρανοὶ διηγοῦνται δόξαν ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,
οὔτε τῇ διανοίᾳ κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι “τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, καὶ ὅτι κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ μετὰ γάρ φησι “κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὑτοῦ. ψυχὴν παντὸς ζῴου
ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.