συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαὶ, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἔνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ 456
περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, 780 περάσιμοι οἱ ποταμοὶ, καὶ πάντων πρὸς πάντα ἐπιμιξία· γαστὴρ ταμιεῖον τροφῶν, πᾶσι τοῖς συντε— ταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τὰ ἄλλα δι’ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.