ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας d ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίξετο, ἐφρόνησεν ἂν ἅπερ συνῃσθημένος ἑαυτοῦ, καὶ
εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ “ αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με· ” καὶ προσεπεξειργάσατο ἂν ὡς τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον “ ἢ ὥσπερ γάλα με ἤμελξας, ἐτύρευσας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας ; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοὶ, ἡ δὲ
ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.