αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλα- κοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος οἶ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες,
πόθεν ἡ κυκλοφορικῂ τῶν οὐρανίων καὶ περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλικοῦ χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινου- b μένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες 455
ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν “ εἰ πορεύσονται (φησὶ) δύο ἐπὶ τὸ αὐτὸ ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.