τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι, καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν, αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ κατὰ τὸν ποιητὴν ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο 454 γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν
ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν d φίλων καὶ περιπλεκομένων, εἰς μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων, καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας
ἀστέρων ἀναπεφλεγμένων, ἔνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανὸν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῆ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν, ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς, καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.