συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουρ- b γῆσαι συγκέκλεινται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο· ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάντας ἀναμὶξ, ἀλλ’ ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ
τοὺς ὁπλίτας, τούς τε ἀκοντιστὰς καθ’ ἑαυτοὺς, καὶ χωρὶς τοὺς τοξότας, καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν διετάξατο, ἔνα ἀλλήλοις οἶ ὁμόσκευοι συμμαχοῖεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.