αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς. τὰ μὲν γὰρ ὑπ’ αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι λέγειν, ὥστ’ αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν d συνάφειαν τῶν ἀτόμων ἐπ’ ἔλαττον ἢ πλέον ἐσχηκέναι,
ὡς ἢ θᾶττον ἢ μὴ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι· καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.