αἶ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ d αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα,
τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμὰς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.