ἀπάρξασθαι, καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγόνασι, καὶ ὁποίων ἔτυχεν ἡ κατ’ αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ’ ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν, καὶ τίνες
ποτ’ ἦσαν καὶ οἵδε, τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις, τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους, ὥσπερ ἐπὶ σκηνῆς
b τοῖς θεαταῖς, παραδείξω.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.