γε μὴν ὁ πάσχων τι πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἔξει λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονὴ, τοῦτο δὲ πόνος; ἢ ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς
δ’ ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρὴ, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων γνοῖεν, οὐχ ἕξουσιν ὁρμὴν οὐδ’ ὄρεξιν οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν b αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’
εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.