443 μαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γὰρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ
b εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ᾿ οὐχ ἀμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.