τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ’ ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη ἄνθρωπον ἐκδῦναι. Φιλίστης δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης,
ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν ὡς οὐ ποιήσαιτο σύμφωνα τοῖς λόγοις οὐδ᾿ ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτὸν, ἐν γοῦν γυναικὶ οὐ δεῖ τὴς ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. καίτοι δικαίως b ἂν εἶπεν ὁ φίλος ὅτι, ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἴ τι δή σοι τῶν λόγων τούτων
ἐστὶν ὄφελος.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.