τινὲς οἶ ἀφέντες τήνδε τὴν φωνὴν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πυρρῶν ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν·
πρῶτον μὲν 5 ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον d δὲ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δὲ, τί περιέσται τοῖς οὕτως ἔχουσι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.