δήποτε βούλεται αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ διὰ c τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμὰς εἰδέναι καὶ ὑπολαβεῖν ὅτι τοιαῦτα εἴη τὰ πράγματα
καθάπερ ἀξιοῖ Πυρρῶν. ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.