φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα ; φησὶ c γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοὶ, καὶ αἶ πόλεις, καὶ οἶ βίοι, καὶ τὰ ἔθη, καὶ οἷ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἷναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους, καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός
τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.