442 ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν, εἰ γάρ ἐστι καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς , καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς, καὶ μέλαν καὶ λευκὸν c καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν ἄνθρωποι εἶναι ἀληθῆ,
καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον οἶον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ᾿ εἶναι ὅμοιον οἷόν περ ἐστὶν ἕκαστον. νῦν δὲ φαμὲν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν
τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ τὸ ψυχρὸν θερμὸν, καὶ τὸ σκληρὸν μαλακὸν, καὶ τὸ μαλακὸν σκληρόν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.