τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις, θεῷ τε
τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν
αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.