d χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκὸς, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ; ἴσως, ἂν μή τινα λυπήσῃς · εἰ δὲ μὴ, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους
καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἔνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.