τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενός τινας λόγους, ὦ Σώκρατες , ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώ- c ποις καὶ τὰ νόμιμα καὶ οἶ νόμοι ; καὶ οὐκ οἴει ἀσχημον φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα; οἴεσθαί γε χρή.
καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες , σκευήν τέ τινα περιθέμενος ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες , καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας.
d χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκὸς, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ; ἴσως, ἂν μή τινα λυπήσῃς · εἰ δὲ μὴ, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους
καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἔνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
αὐτῶν.
ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος b ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαινεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενὶ, οὔτε
ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται.
παραβὰς· κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα c ἔδει, σαυτόν τε καὶ τοὺς φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι καὶ ἐκεῖ οἶ ἡμέτεροι ἀδελφοὶ, οἱ ἐν Ἅιδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας
ἀπολέσαι τὸ σὸν μέρος.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.