ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει “καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν.” ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φηςὶ “καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.” δόγμα δ᾿ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ
σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· “φθόνῳ δὲ διαβό- d λου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.