ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι ; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι’ οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ’ οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη
ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντά- d πάσι μὲν οὖν, ἔφη.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.