ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ᾿ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἶον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν
d ὅθεν ὡρμήθη φέρεται , οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰὸν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον , καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν, ἄρδει τε καὶ ὥρμησε πτε-
1 2 ροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ, καὶ οὔθ’ ὅ τι πέπονθεν οἶδεν, οὐδ’ ἔχει φράσαι, ἀλλ’ οἶον ἀπ’ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν
οὐκ ἔχει.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.