ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης c φιλοσοφίας τετιμήκαμεν. τί με δεῖ μηκύνειν καὶ τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἄγειν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχθην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα, καὶ πάντων μᾶλλον
Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα, Μωσέως δ’ ἐν παραθέσει καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.