τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν , τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντάτε καὶ συναρμοσάμενον, b
μόνον ἡγεῖσθαι θεὸν , καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν 5 λέγων μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης αὐτοῖς.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.