εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ’ οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ’ ἐκ τῆς b τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ’ ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ’ αὐτῆς ; κακίας δ’ ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι’ ἀγαθῶν ἰούσης;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.