γράφοντι “ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει, καὶ ἐθέλει Ζηνὸς οὔνομα.” καὶ πάλιν “νόμος καὶ βουλῇ πείθεσθαι ἐνός.” κἂν τὸ ῥητὸν ἐκεῖνο 399 ἀναγαγεῖν ἐθέλῃς “ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω” εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου
“ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι.” ἀλλ᾿ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ᾿ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τί- d μαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει “μία ἀρχὰ πάντων ἐστὶν
ἀγένητος· εἰ γὰρ ἐγένετο , οὐκ ἂν ἦν ἔτι ἀρχὰ, ἀλλ᾿ ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.” ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινὴ “ἄκουε (φησὶν) Ἰσραὴλ, κύριος ὁ θεός σου εἶς ἐστὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις.”
ὥς φησιν ἡ Σίβυλλα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.