ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ῾ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ ῾κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά
σου ἕως τῶν νεφελῶν.᾿ οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.