τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν b τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν
καὶ φῶς νοητόν· ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.