φεύγοντες δικαίων θεσμοὺς, θείοιο τεθέντος
389
πᾶσι νόμου· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης
Μουσαῖ’ · ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν
ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ,
εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
ἰθύνων κραδίης νοερὸν κύτος· εὑ δ’ ἐπίβαινε
ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο τυπωτὴν
ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει,
665
εἷς ἔστ᾿ αὐτοτελὴς, αὐτοῦ δ᾿ ὕπο πάντα τελεῖται,
ἐν δ᾿ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν
εἰσοράα ψυχῶν θνητῶν. νῷ δ᾿ εἰσοράαται.
αὐτὸς δ᾿ ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει
ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ,
καὶ πόλεμος καὶ λοιμὸς ἰδ᾿ ἄλγεα δακρυόεντα,
b
οὐδέ τις ἐσθ᾿ ἕτερος· σὺ δέ κεν ῥέα πάντ᾿ ἐσορήσαις,
αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ᾿ ἐπὶ γαῖαν,
τέκνον ἐμὸν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ
ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο.
αὐτὸν δ᾿ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται
c
λοιπὸν ἐμοί· στᾶσιν δὲ δέκα πτυχαὶ ἀνθρώποισιν·
οὐ γάρ κέν τις ἔδοι θνητῶν μερόπων κραίνοντα,
εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν
Χαλδαίων · ἴδρις γὰρ ἴην ἄστροιο πορείης,
καὶ σφαίρης κίνημ᾿ ἀμφὶ χθόνα ὡς περιτέλλει,
κυκλοτερές δ᾿ ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα·
d
πνεύματα δ᾿ ἡνιοχεῖ περί τ᾿ ἠέρα καὶ περὶ χεῦμα
νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου.
αὐτὸς δὴ μέγαν αὖθις ἐπ᾿ οὐρανὸν ἐστήρικται
χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ᾿ ὑπὸ ποσσὶ βέβηκε ·
χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν ὠκεανοῖο
ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ,
οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως
666
αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτὴν,
ὡς λόγος ἀρχαίων, ὡς ὑλογενὴς διέταξεν,
ἐκ θεόθεν γνώμαισι λαβὼν κατὰ δίπλακα θεσμόν.
ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα,
ἐν νόῳ. ἐξ ὑπάτου κραίνει περὶ πάντ’ ἐνὶ τάξει.
b
ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζεο, γλώσσης
εὖ μάλ᾿ ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην.”