πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ
δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ b δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.