τειν 5 ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ’ ὅς. Τῶν τοιούτων τινὰ, ἣν δ’ ἐγὼ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου,
καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εῖς γενέσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.