1 σις αὐτῶν ὡς ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς, καὶ πρόσωπα τέσσαρα τῷ ἑνί. καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου c
ἐξ ἀριστερῶν τοῖς τέσσαρσι. καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι,” καὶ ὁ Πλάτων’ ὁμοίως ἄκουσον ἅ 361 φησι
τειν 5 ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ’ ὅς. Τῶν τοιούτων τινὰ, ἣν δ’ ἐγὼ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου,
καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εῖς γενέσθαι.
αὐτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δ’, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω.
ἔφη, ῥᾴω, καὶ πέπλασται. Σύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ὄντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται, ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι,
ἔν ζῷον φαίνεσθαι, ἄνθρωπον.
λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρω ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ’ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.
ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος, c καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργὸς, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων,
τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόνενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαίνων.”
d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.