518 ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων, τὸν δὲ Ἀγαμέμνονα διὰ τὸ ἄγαν μένειν, καὶ τοῖς δόξασι περὶ τῶν Τρώων εὐτόνως καὶ καρτερῶς παραμένειν· τὸν δὲ Ὀρέστην διὰ τὸ ὀρεινὸν καὶ ἄγριον καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα δ’ ἰὰ
τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα οἶόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατον τινά φησι, διὰ τὰ περὶ αὐτὸν δυστυχήματα , σημαίνειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.