οὐδὲ φαντασίᾳ διανοίας ληπτὸν εἶναί φασιν· αὐτὸ δὲ τοῦτο καθ’ ὃ θεὸν ὀνομάζομεν Ἐλωεὶμ καλοῦσι, παρὰ τὸ ἢλ, ὡς ἔοικε · τοῦτο δὲ ἑρμηνεύουσιν ἰσχὺν καὶ δύναμιν· ὥστ’ εἶναι τοῦ θεοῦ τοὔνομα d παρ’ αὐτοῖς ἀπὸ τῆς ἀμφὶ αὐτὸν δυνάμεως τε καὶ
ἰσχύος ἐπιλελογισμένον, δι’ ἧς νοεῖται παντοδύναμος καὶ πάντα ἰσχύων , ὡς ἂν τὰ πάντα συστησάμενος. ὁ δὲ Πλάτων’ θεὸν καὶ θεοὺς παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν , τοὺς ἐν οὐρανῷ φωστῆρας ἐπικεκλῆσθαί φησι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.