d μιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι᾿ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων , νοῆσαί τε δικαιοσύνην
ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15 αἰνίγματα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.