δεῖν ᾤοντο μετιέναι , καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ᾿ αὐτοῖς θεόσοφοι εὗρόν τε καὶ ἐφωτίσθησαν.
ἱστοριῶν τε σεμνῶν διηγήματα, ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις , καὶ ἔτι προβλήματα καὶ αἰνίγματα, καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας , καὶ τῆς κατὰ τὴν οἰκείαν c γλῶτταν εὐφραδοῦς ἀπαγγελίας, ἐξ ἔτι νηπίας αὐ-
τοῖς παρεδίδοσαν ἡλικίας.
d μιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι᾿ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων , νοῆσαί τε δικαιοσύνην
ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15 αἰνίγματα.
αὐτοῖς προφητικῶν γραφῶν φερομένην , ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται.
b οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ.
λαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ᾿ αὐτοῖς στιχήρη δι᾿ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετρα- μέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν.
λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.
ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.