ἐπεὶ εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι, ἢ πτηνὸς γενόμε- νος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι
ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.