ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος · ὅθεν αὐτῷ μεταβολῆς
ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, b κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν , ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παρ- άλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ
δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ’ ἐναντίως οὐ θέμις.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.