b διαλαλούσης , τοτὲ μὲν δι’ ὧν φησι “ καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον” τοτὲ δὲ δι’ ὧν ἐπιλέγει “καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἅ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος·” καὶ πάλιν ἄλλοτε δι’ ὧν φησι “ παράγει γὰρ τὸ σχῆμα
1 τοῦ κόσμου τούτου ·”
καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν , φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ μὴ θέλοντος·”
ἄλυτοι τὸ πάμπαν. οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.”
ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος · ὅθεν αὐτῷ μεταβολῆς
ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, b κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν , ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παρ- άλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ
δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ’ ἐναντίως οὐ θέμις.
περιαγωγὰς , μήτ’ αὖ τινὲ δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτὸν, ἀλλ’ ὅπερ ἄρτι ἐρρέθη c καὶ μόνον λοιπὸν, τοτὲ μὲν ὑπ’ ἄλλης ξυμποδηεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ,
τοτὲ δ’ ὅταν ἀνεθῇ, δι’ ἑαυτοῦ αὐτὸν ἰέναι κατὰ καιρὸν , ἀφεθέντα τοιοῦτον ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ σμικροτάτου βαῖνον ποδὸς ἰέναι.
καὶ τελεωτάτην τροπήν.
τῶν τε ἄλλων ζῴων , καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει, τότε ὅταν ἡ τῆς νῦν καθεστηκυίας
ἐναντία γίγνηται τροπή.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.